Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.140 Dem. 23.143 (English) >>Dem. 23.145

23.142ἐν δὴ Λαμψάκῳ τινὲς ἄνθρωποι γίγνονται δύο· Θερσαγόρας ὄνομʼ αὐτῶν θατέρῳ, τῷ δʼ Ἐξήκεστος· οἳ παραπλήσια τοῖς παρʼ ἡμῖν γνόντες περὶ τῶν τυράννων ἀποκτιννύασι τὸν Φιλίσκον δικαίως, τὴν αὑτῶν πατρίδʼ οἰόμενοι δεῖν ἐλευθεροῦν. εἰ δὴ τῶν τόθʼ ὑπὲρ Φιλίσκου λεγόντων, ὅτʼ ἐμισθοδότει μὲν τοῖς ἐν Περίνθῳ ξένοις, εἶχεν δʼ ὅλον τὸν Ἑλλήσποντον, μέγιστος δʼ ἦν τῶν ὑπάρχων, ἔγραψέ τις ὥσπερ οὗτος νυνί, ἐάν τις ἀποκτείνῃ Φιλίσκον, ἀγώγιμον αὐτὸν ἐκ τῶν συμμάχων εἶναι, πρὸς Διὸς θεάσασθʼ εἰς ὅσην αἰσχύνην ἂν πόλις ἡμῶν ἐληλύθει. 23.143ἧκε μὲν γὰρ Θερσαγόρας καὶ Ἐξήκεστος εἰς Λέσβον καὶ ᾤκουν ἐκεῖ· εἰ δʼ ἐφήπτετό τις τῶν Φιλίσκου φίλων παίδων, ἐξεδίδοντʼ ἂν ὑπὸ τοῦ ὑμετέρου ψηφίσματος. πῶς οὖν οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν ἦτε πεποιηκότες, ἄνδρες Ἀθηναῖοι, εἰ τοὺς μὲν παρʼ ὑμῖν τοιοῦτό τι πράξαντας χαλκοῦς ἱστάντες καὶ ταῖς μεγίσταις δωρειαῖς τιμῶντες ἐφαίνεσθε, τοὺς δʼ ἑτέρωθί που τὴν αὐτὴν τούτοις διάνοιαν ὑπὲρ τῆς αὑτῶν πατρίδος ἔχοντας ἐκδότους εἶναι κατεψηφισμένοι; τοῦτο τοίνυν ἐπʼ ἐκείνου μέν, εὖ ποιοῦν, οὐ συνέβη φενακισθεῖσιν ὑμῖν αἰσχύνην ὀφλεῖν· ἐπὶ τούτου δέ, ἂν ἐμοὶ πίθησθε, φυλάξεσθε. μὴ γὰρ ὡρισμένου μηδενός, ἀλλʼ ἁπλῶςἄν τις ἀποκτείνῃ Χαρίδημονγεγραμμένου, τάχʼ ἄν, εἰ τύχοι, καὶ τοιοῦτό τι συμβαίη.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.140 Dem. 23.143 (English) >>Dem. 23.145

Powered by PhiloLogic